Thesauros Literature Oratory Συμμαχικὸς Α.

Συμμαχικὸς Α.

Συμμαχικὸς Α. Aristides, Aelius
486 Βοιωτίαν, ἀνάγκῃ μὲν οὐδεμιᾶς συμμαχίας, γνώμῃ δʼ ὑμᾶς εὖ ποιεῖν ἑλόμενοι. καὶ πάλιν τῆς εἰρήνης γενομένης τῆς ἐπὶ Ἀνταλκίδου, καὶ Φοιβίδου τὴν Καδμείαν καταλαβόντος, τήν τε φυγὴν ἐδεχόμεθα καὶ ἐπειδὴ τῶν ὅπλων ἔδει, παρῆμεν πανδημεὶ, καὶ οὐκ ἔφθημεν ἐλθόντες, καὶ Λακεδαιμονίους ὑποσπόνδους ἀπηλλάξαμεν, καὶ μυρία ἄν τις ἔχοι λέγειν, ὡς ἀγαθὴ τύχη πεφύκασιν αἱ πόλεις ἀλλήλαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme