Thesauros Literature Oratory Λευκτρικὸς Ε. (ὑπὲρ μηδετέροις βοηθεῖν)

Λευκτρικὸς Ε. (ὑπὲρ μηδετέροις βοηθεῖν)

Λευκτρικὸς Ε. (ὑπὲρ μηδετέροις βοηθεῖν) Aristides, Aelius
467 ἐνδείξασθαι. ἐπεὶ τί δεῖ λέγειν, νῦν οὐχ ἵνα Θηβαίοις χαρίσωμαι παρελήλυθα, κᾆτα κελεύειν βοηθεῖν αὐτοῖς, ἢ πάλιν οὐκ ἐθέλων χαρίσασθαι Λακεδαιμονίοις, εἶτα προστάττειν ὑμῖν κινδυνεύειν ὑπὲρ αὐτῶν; εἰ γάρ ἐστιν ἀληθὲς τοῦτο τὸ σχῆμα ἀμφοτέροις καὶ δεῖ πιστεύειν αὐτοῖς ὥσπερ ἔγωγε φημὶ δεῖν, οὑμὸς ἔχει χώραν λόγος ἀμφοτέροις ἐκποδὼν στῆναι. νῦν δὲ ὥσπερ ζητούντων ὑμῶν τίσι πολεμήσετε, ἀλλʼ οὐχ ὃ τῇ πόλει συμφέρει πράττειν ὀφειλόντων, οὕτως οἱ μὲν τοῖς, οἱ δὲ τοῖς κελεύουσι πολεμεῖν, ὡς εἰ μὴ κινδυνεύσετε ζημίας οὔσης. τοῦτο δʼ ἢν ἐν μέσῳ κείμενον, τὸ μηδετέροις οἰκείως ἔχουσι τὰ ὑμέτερʼ αὐτῶν πράττειν παραινεῖν ὑμῖν· οὗ λυσιτελέστερον οὐδέν ἐστι τῇ πόλει, οὐδʼ ὅ τι μᾶλλον καὶ τοὺς ἐν ἡλικίᾳ διατηρήσει, καὶ ναυσὶ καὶ χρήμασι καὶ πᾶσιν ἔσται σωτήριον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme