Thesauros Literature Oratory Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος)

Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος)

Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος) Aristides, Aelius
461 σκοπῶ δὲ κἀκεῖνο, εἰ μὴ ἐποιήσαντο τὴν εἰρήνην οἱ Λακεδαιμόνιοι ταύτην δὴ τὴν καλὴν, ἆρʼ ἄλλο τι ἢ πολεμοῦντες ἂν διετελοῦμεν πρὸς αὐτοὺς μέχρι νῦν, ἡμεῖς τε καὶ οἱ Θηβαῖοι, συνεστηκότες ὡς συνεστήκειμεν. εὔδηλον τοῦτʼ ἔστιν. εἰ τοίνυν μηδὲν ἐπεξαμαρτόντες πολεμίοις ἂν ἐχρῶνθʼ ἡμῖν, πῶς οὐ νῦν τοῖς αὐτοῖς χρήσονται δικαίως, ὅτε καὶ τοῦτʼ αὐτὸ προσηδικήκασι, τὸ τοιαύτην εἰρήνην συνθέσθαι; εἰ δὲ δὴ καὶ μὴ συντέθεινται μόνον, ἀλλὰ καὶ παραβεβήκασιν αὐτὴν ταύτην, πῶς οὐκέτι μᾶλλον ἐπʼ αὐτοὺς βοηθητέον; οὐ γὰρ λύει τὴν ἐκείνων κατηγορίαν ἡ μὴ Θηβαίων δύναμις νῦν· οὐ γὰρ διὰ τοῦτο ἐπῆλθον αὐτοῖς, ἵνʼ ἰσχυροὺς ποιήσωσιν, οὐδʼ ἵνα ταῦθʼ ἃ νῦν πάθωσιν ὑπʼ αὐτῶν—καὶ γὰρ ἂν ἐμεμήνεσαν, εἰ ταῦτʼ ἐσπούδαζον—ἀλλʼ οἶμαι ταῦτα μὲν τύχῃ γέγονε, τὸ δʼ ἐκείνων βούλευμα ἕτερον ἦν· ἡ δὲ τοῦ δικαίου τάξις, ἐάν τε ἀσθενὴς ἐάν τε ἰσχυρὸς ὁ ἐπιβουλευθεὶς ᾖ, τὸν αὐτὸν ἔχει λόγον. μάθοιτε δʼ ἂν μάλιστα εἰ σκέψαισθε ἐκείνως. εἰ μὴ ἐπὶ τοὺς Θηβαίους, ἀλλʼ ἐφʼ ὑμᾶς ἦλθον καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme