Thesauros Literature Oratory Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος)

Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος)

Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος) Aristides, Aelius
461 ἀστυγείτοσι καὶ συμμάχοις τὰ δίκαια φυλάξαι; ἢ δέδιμεν μή τινʼ ἔχωμεν ἰσχυρὸν σύμμαχον; καὶ τί γένοιτʼ ἂν αἴσχιον ἢ εἴ τις ἀκούσειεν ὅτι Ἀθηναῖοι βούλονται μηδένα τῶν αὐτῶν συμμάχων εὐτυχεῖν; καὶ μὴν εἰ τοὺς ἔχοντας δύναμιν φευξόμεθα, τίνας εὐξόμεθʼ ὑμῖν ὑπάρχειν; ἡμεῖς Κερκυραίους ποτʼ ἐδεξάμεθα ἐκσπόνδους ὄντας, συμφέρειν κρίναντες δηλονότι προκαταλαβεῖν αὐτοὺς, ἐπειδήπερ ἴσχυον, καὶ νῦν εὖ οἶδʼ ὅτι, εἰ τοῖς Θηβαίοις μηδὲν ὑπῆρχε κοινὸν πρὸς τὴν πόλιν, ἄλλως δʼ ἔχοντες δύναμιν ἑωρῶντο, πάντες ἂν ἔφασκον περὶ πλείστου ποιεῖσθαι οἰκειώσασθαι τοὺς ἄνδρας καὶ ἐφʼ ἡμᾶς ἀγαγεῖν καὶ διʼ ἡμῶν ποιήσασθαι. νῦν τοίνυν ἥκουσιν αὐτόματοι, καὶ τοῦτό εἰσι πεπεισμένοι συνεζεῦχθαι τῇ πόλει καὶ μὴ ἀποστατεῖν, ἄν τις αὐτοὺς δέχηται. καίτοι φρουρὰν μὲν ἤδη τινὲς ἐγκαταστᾶσαν ἐξέβαλον καὶ ὑποκύψαντες βίᾳ κατέδραμον, καὶ πάνθʼ ὡς εἰπεῖν ὅσʼ ἂν ἐκ προσαγωγῆς πραχθῇ ῥᾳδίως ἐπὶ καιροῦ λύεται· εὔνοια δʼ ἑκούσιος, μέχρι ἂν τῶν δικαίων τυγχάνῃ, διαρκέστατόν ἐστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme