459
ἔστι τοίνυν καὶ παρʼ αὐτῆς τῆς πρεσβείας μαρτυρία τις ὑπάρχουσα. νυνὶ γὰρ Λακεδαιμονίους μὲν ἡ συμφορὰ δεῦρʼ ἦχε καὶ ὁ καιρὸς, ὃ πίστεως οὐδεμιᾶς ἐστι δεῖγμα οὐδὲ τοῦ φιλανθρώπως ἔχειν ὑμῖν, Θηβαῖοι δὲ νενικηκότες ἥκουσι καὶ παρακαλοῦσι μετέχειν ὑμᾶς ὧν ηὐτυχήκασιν·