453
ἀσέβημα τῷ λόγῳ, προώμεθα, ὦ Ἀθηναῖοι, καὶ περιίδωμεν μηδένα ὑπόλογον θέμενοι, βούλεσθε εἴπω καὶ συνεξέλωμεν; ἢ τοῦτο μὲν οὐδαμῶς; εἰ δʼ οὐδέπω τοσαύτην οἰκειότητα καὶ συνήθειαν ἔχει τὰ πρὸς ἡμᾶς πεπραγμένα Θηβαίοις, ὥστʼ εἶναι μείζω καὶ πλείω τῶν πρότερον πρὸς Λακεδαιμονίους αὐτοῖς ὑπαρχόντων, ὧν νῦν εἰσι πόρρω τοῦ μεμνῆσθαι, εὐτυχίας δὲ οὐδεὶς κόρος ἐστὶν ἀνθρώποις, ἀλλʼ οἱ τὰ μέγιστα κατορθώσαντες μεγίστων γλίχονται, δυναστείας τε ἐπιθυμοῦντας πολὺ μᾶλλον τὴν ἡμετέραν πόλιν ἢ τὴν Λακεδαιμονίων εἰκός ἐστιν αὐτοὺς δεδιέναι καὶ διὰ φρόνημα καὶ διʼ ἐμπειρίαν πραγμάτων καὶ διʼ ὀξύτητα καὶ τὴν ἐπὶ πᾶσι παρουσίαν ἄοκνον, τοῦτο δʼ ὑπειληφότας ἐκποδὼν ποιῆσαι ζητεῖν ἕπεται, ἐφʼ ἅπασί τε πίστις ἀκριβὴς οὐχ ἡ μὴ βουλήσεσθαί τινα ἀδικήσειν, ἀλλʼ ἡ μηδʼ ἂν βούλωνται δυνήσεσθαι παριστᾶσα· εἰ ταῦθʼ οὕτω φαίνεται, τί κωλύει Λακεδαιμονίους ὁμοῦ σώζειν καὶ τὴν πόλιν διʼ ἀσφαλείας ποιεῖσθαι καὶ δόξαν φιλανθρωπίας, μεγαλοψυχίας, ἀνδρείας προσλαβεῖν; ἐν γὰρ τῷ σῶσαι μὴ μνησικακήσαντας τρία ταῦτʼ ἐστὶν εἰς φιλοτιμίαν τείνοντα.