444
καὶ μὴν οὐδʼ ἐκποδὼν συμβουλεύσαιμʼ ἂν ὑμῖν οὐδʼ αὐτὸς ἀμφοτέροις στῆναι, ἀλλʼ εἰ οἷόν τʼ εἰπεῖν μᾶλλον τοῖς Λακεδαιμονίοις ἢ μηδετέροις προσθέσθαι. ἐκείνως μὲν γὰρ Θηβαίους ἀδικοῦντες Λακεδαιμονίους φήσετʼ οἰκτείρειν, οὕτω δʼ οὔτε Θηβαίοις τὰ δίκαια φυλάξετε οὔτε τούσδε φίλους προσλήψεσθε, δόξαν δὲ οὐ καλὴν ἀργίας οἴσεσθε, ἣν οὐδέσι μᾶλλον τῶν ὄντων προσήκει φυγεῖν ἤπερ ὑμῖν. διὰ τί; ὅτι πρῶτον μὲν πάντων ὀνειδῶν ἀπηλλαγμένοι τούτου πλεῖστον ἀφεστήκατε, καὶ λόγος ἐστὶ παλαιὸς καὶ γνῶναι τὰ βέλτιστα καὶ πρᾶξαι πάντων ὑμᾶς ὀξυτάτους εἶναι· δῆλον δʼ ἔκ τε τῶν ψηφισμάτων καὶ τῶν ἀγώνων, οὓς ἐν τῷ παντὶ χρόνῳ πεποίησθε. ἔπειτα νόμος παρʼ ὑμῖν, ὡς ἐγὼ μονίζω, μόνοις ἐστὶν, ὁ γραφὰς πεποιηκὼς ἀργίας, ἵνα μηδεὶς σχολάζῃ παρὰ καιρὸν μηδʼ ἀμελῇ, μηδʼ ἀπραγμοσύνην τὸ νωθρὸς εἶναι καλῇ. ἃ δὲ τοὺς ἰδιώτας κεκωλύκατε, τούτοις αὐτοὺς ἐνόχους δημοσίᾳ φανῆναι κακῶν ἔσχατόν ἐστι. καὶ γὰρ αὖ κἀκεῖνο. εἰ μὲν οἷοί τʼ εἰσὶν ἀναφέρειν οἱ Λακεδαιμόνιοι, μὴ μετὰ τῶν Θηβαίων ὑμῶν στάντων, οὐ πάρεισιν οἷ προσῆκεν αὐτοὺς οὐδʼ οἷ δεῖ σπουδάζειν προαγαγεῖν· εἰ δʼ ὑπερσχήσουσιν οἱ Θηβαῖοι, βέλτιον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα ἢ ἐπὶ τοὺς καὶ χωρὶς ὑμῶν ἂν κρατήσαντας. οὐ δεινὸν οὖν ἐξαλεῖψαι Λακεδαιμονίους ἐκ τῆς Ἑλλάδος; πάνυ γε, ὅταν περ ἐφʼ ἡμῖν γένωνται καὶ παραδῶσι τὴν πόλιν, ὥσπερ ὑμεῖς ἐκείνοις πρότερον. εἰ δʼ ἔγκεινται, τί δεῖ ταῦτʼ