Thesauros Literature Oratory Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Aristides, Aelius
422 Θηβαῖοι Λακεδαιμονίων κρατήσαντες ἐφʼ ἡμᾶς τρέψονται εἰ δὲ τοῦτʼ ἔσται, κινδυνεύσομεν ἢ μετὰ συμμάχων ἢ μόνοι. τὸ μὲν δὴ μόνους ἀπολειφθῆναι τί ἂν ὑμᾶς ἔγωγε διδάσκοιμι ποῖόν τι νομιστέον; εἰ δὲ ἕξομεν συμμάχους, βελτίους οἱ νῦν παρόντες ὧν ἄν τις φῇ τότε εὑρήσειν. καὶ μὴν οὐδὲ τὸ σχῆμα ὅμοιον. τότε μὲν γὰρ ἐκεῖνοι βοηθεῖν ἡμῖν δόξουσιν, οἵτινες ποτὲ οὗτοι γενήσονται, νῦν δὲ ἡμεῖς τούτους σώζειν. ἐπὶ δὲ ἀμφοτέροις ἐκεῖνο λέγω· τούτους μὲν παραλαβόντες οὐκ ἀπόλλυτε ἐκείνους τοὺς τότʼ ἂν ἐλθόντας, ἔξεστι γὰρ ἀμφοτέρους ἔχειν δή που· οἷς δʼ ἂν τότε χρήσαισθε οὐκ ἔνεστιν εἰπεῖν τούτους προσέσεσθαι νῦν παροφθέντας. οὐ τοίνυν οὐδὲ τοὺς ἐθελήσοντας ἂν ἡμῖν ὑπηρετῆσαι τηνικαῦτα προθύμως ὁρῶ. ὅταν γὰρ αὐτοὶ προιέμενοι Λακεδαιμονίους φαίνησθε, ταὐτὰ χρὴ καὶ παρὰ τῶν ἄλλων ὑμῖν ἀπαντήσειν προσδοκᾶν. καὶ μὴν οὐδʼ ἐγκαλεῖν οὐδέσιν αὐτῶν ἕξετε. ὅταν γὰρ ἃ τῶνδε παρίδητε αὐτοὶ τούτοις χρῆσθε πρὸς τοὺς ἄλλους, ἐρυθριᾶν ἀποτυγχάνοντας περιγίγνεται. πόσῳ τοίνυν βέλτιον τὸν μὲν πόλεμον δέξασθαι, βεβαίους καὶ φανεροὺς ἔχοντας τοὺς συμμάχους, τὰ δʼ ὑμέτερʼ αὐτῶν εὖ τιθεμένους δοκεῖν τῆς ἑτέρων σωτηρίας φροντίζειν, ἢ τούτους μὲν ἡλίκους εἶπον ἐᾶσαι γενέσθαι, τὸ δὲ τούτοις χαρίσασθαι φυγεῖν, εἶθʼ ἑτέρους οἵτινες ὑμῖν τοῦτο ποιήσουσιν ὕστερον ζητεῖν, ἐὰν ἄρα τις φανῇ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme