Thesauros Literature Oratory Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Aristides, Aelius
420 Βοιωτίαν, πάλιν εἰς Ἄργος, ἄνω κάτω διαθέοντας τὴν Ἑλλάδα καὶ φθειρομένους, μέχρι καὶ τοῦ Περσῶν βασιλέως αἰσχρῶς ἐδεήθησαν καὶ τὰ τελευταῖα μιᾷ μάχῃ πληγέντες κατηνέχθησαν. οἷς τοίνυν ὡς ἂν εὔξαιντο πρᾶξαι δῆλόν ἐστιν οὐ λυσιτελοῦν καὶ οἷς ἂν διὸ δεῖ πολεμεῖν ὑπάρξῃ βλάβος ἐστὶ καὶ κίνδυνος, τῷ ποτε ἐπαρθέντες οὗτοι τοιαύτῃ πραγμάτων ἀλογίᾳ δώσουσιν αὑτοὺς, ἢ περὶ τοῦ πολεμεῖν ἐθελήσουσιν, ὅταν περὶ νίκης μὴ συμφέρῃ; τί δʼ ἂν ἐλπίσαντες ζητοῖεν πάλιν παραλαμβάνειν τὰς πόλεις, ἃς δεδωκυίας ἑαυτὰς οὐκ ἠδυνήθησαν κατασχεῖν; οὔθʼ ἅρμα ἀναβαίνειν οἶμαι θαρρήσειεν ἄν τις τὸν κρημνὸν ὁρῶν, εἰδὼς ὡς οὐχ οἷός τέ ἐστι μένειν ἔποχος, οὔτε πραγμάτων τοσούτων ἐπιβαίνειν, ὧν ἐκπεσὼν εὐθὺς κείσεται. ὁ γὰρ μείζονα ἢ καθʼ αὑτὸν ὄγκον ἀναιρούμενος, κἂν παραχρῆμα ἐνέγκῃ ῥᾳδίως, μετὰ μικρὸν ἀπώλετο συσχεθείς. Λακεδαιμόνιοι δὲ κἀκεῖνο μέμνηνται, μεθʼ ὅσης παρασκευῆς καὶ μεθʼ ὅσης συντάξεως εἰς τὸν πρότερον πόλεμον κατέστησαν καὶ συμμάχους οὕστινας καὶ τὸ ἀξίωμα ὁποῖον ἔχοντες κατʼ ἐκείνους τοὺς χρόνους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme