Thesauros Literature Oratory Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Aristides, Aelius
392 βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν. ἂν μὲν γὰρ ἃ δεῖ προελώμεθα καὶ ταῦτα βεβαίως ἔχῃ, καὶ τοῦ λοιποῦ μετʼ ἀσφαλείας καὶ μετʼ εὐδοξίας τὴν πόλιν οἰκήσομεν· ἐὰν δὲ πέρα τοῦ μετρίου φιλονεικήσωμεν, εὔδηλον δή που τοῦθʼ ὅτι καὶ περὶ τῶν ὑπαρχόντων κινδυνεύειν δεήσει. ὥσθʼ ὅσῳ μᾶλλον χαίρομεν αὐτοῖς, τοσούτῳ μειζόνως ἄξιον προϊδεῖν ὅπως ἀσφαλῶς ἕξει. οὐκ ἀγνοῶ μὲν οὖν ὅτι πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται καὶ νομίζουσιν οὐ μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι, τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶς ἔχουσιν. οὐ μὴν ἀλλʼ εἰ μὲν ὁμοίως ἦν τῶν τε λόγων καὶ τῶν πραγμάτων γενέσθαι κύριον, ὥστε μὴ μόνον εἰπεῖν τὰ ἥδιστα, ἀλλὰ καὶ καταπρᾶξαι, δικαίως ἄν τις τοῖς οὐκ ἐθέλουσιν οὕτω ποιεῖν ἤχθετο καὶ δυσκόλους ὑπελάμβανεν· εἰ δὲ χωρὶς μέν ἐστι συνεύξασθαι τὰ μέγιστα, χωρὶς δὲ συμβουλεῦσαι περὶ τῶν ἐνεστηκότων, ἓν τοῦτʼ ἀξιῶ ταῖς γνώμαις ὑποθέντας ὑμᾶς ἀκροᾶσθαι, εἰ μὴ διαμαρτάνω τῶν λογισμῶν, οὓς ἔχω περὶ τούτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme