Thesauros Literature Oratory Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
380 Ἀθηναῖοι; πότερον τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι; ἀλλʼ οὕτω γʼ εἴη τοῖς πολεμίοις. ἀλλὰ τῷ πλήθει τῶν ὁπλιτῶν καὶ ἱππέων; ἀλλὰ φοβοῦμαι μὲν εἰπεῖν, ἐξάγομαι δὲ, ἐξελύσαμεν, ὦ Ἀθηναῖοι, τὸν κατάλογον καὶ τὰς συντάξεις πέρα τοῦ καιροῦ διεσείσαμεν. ἃ γὰρ εἰς τὴν σωτηρίαν ὑπάρχειν ἀποκείμενα χρῆν τῇ πόλει, ταῦτʼ ἀπολέξαντες ὑπὲρ τῆς τῶν Ἐγεσταίων καὶ Λεοντίνων σκιᾶς εἰς τὰ πρὸς ἑσπέραν τῆς οἰκουμένης ἀπεστείλαμεν, καὶ τῆς παροιμίας οὐ πόρρω θέομεν τὰ νῦν· ἐπιθυμίᾳ γὰρ τῶν πλειόνων καὶ ἀπόντων—ἀλλʼ ἐάσω τὸ βλάσφημον—ἀλλʼ ὅπως γε μὴ στερηθῶμεν τῶν ὄντων, τοῦτο οὐκ ἂν ἁμαρτεῖν οἴομαι προσθείς. οὐ μιμησόμεθα, ὦ Ἀθηναῖοι, τοὺς ἰατροὺς, οἳ τὰ ἐν τοῖς σώμασι ῥεύματα οὐκ ἐῶσι περαιτέρω χωρεῖν, ἀλλὰ τὸ φλεγμαῖνον ἴσχουσι, πρὶν εἰς ἅπαντα τὸν ὄγκον χυθῆναι· οὐ σωφρονιοῦμεν τὰς ἄγαν ὁρμὰς, ἀλλʼ ὁρωμένου τοῦ προτέρου κακοῦ τὰ δεύτερα προσθήσομεν καὶ βαρυνοῦμεν τὰ πράγματα ἑτέροις ἵπποις καὶ ἑτέροις ἀνδράσι καὶ χρήμασι, καὶ συμποριοῦμεν τροφὴν τῷ πολέμῳ κακὴν, ὥσπερ εἴ τινες πυρκαϊᾶς ἡμμένης ἀμελήσαντες σβεννύναι ξύλα καὶ φορυτὸν καὶ ὕλην συμφέροιεν, ὡς τούτῳ τὸ πῦρ ἐπισχήσοντες;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme