Thesauros Literature Oratory Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
377 οὗτοι μὲν οὖν οὐδὲν ἄλλο λέγουσιν ἢ ὡς ἐπειδήπερ τὸ κατʼ ἀρχὰς προήχθημεν, διὰ τοῦτο καὶ νῦν ἐπεξαμαρτητέον, τὸ κακὸν τοῦ κακοῦ φάρμακον ποιουμένους. ἐγὼ δὲ ἐξ ὧν μεθʼ ὑμῶν ἀκούων εὑρίσκω, τοὐναντίον ἡγοῦμαι βέλτιον ἂν ἡμῖν ἔχειν, ἐξ ἀρχῆς εἰ ταῦτʼ ἀπεψήφισθε. καὶ μὴν ἄριστον μὲν ἅπασιν ἀνθρώποις λογισμῷ τὸ μέλλον καταλαμβάνειν· δυοῖν γάρ ἐστι τοῖν καλλίστοιν σύμβολον, εὐτυχίας τε καὶ τοῦ καλῶς βουλεύεσθαι· εἰ δὲ τοῖς τοῦ βελτίστου διαμαρτοῦσι μὴ ἐξέσται τὰ δεύτερα ἐκ τῶν παρόντων μεταθέσθαι, ὃ πλεῖστόν ἐστι τῶν ἀνθρωπείων, τοῦτο ἀναιρήσεται, τὸ παιδεύεσθαι παρὰ τῶν πραγμάτων, ὥστʼ ἀπέραντον ἀνάγκη τὴν κακοπραγίαν εἶναι. καὶ μὴν εἴ τις ἔροιθʼ ὑμᾶς τίνι τῷ μεγίστῳ νόμον ἢ ψήφισμα εἶναι διαφέρει, τοῦτʼ ἂν εὕροιτε, ὅτι οἱ μὲν νόμοι τὸ δίκαιον εἰσάπαξ εὑρόντες κοινὸν ἔταξαν κατὰ παντὸς τοῦ χρόνου, τὰ δὲ ψηφίσματα ταῖς χρείαις ἀκολουθεῖ· καὶ τὸν αὐτὸν τρόπον ὅνπερ αἱ πράξεις ἄλλοτʼ ἄλλως ἐπὶ τῶν καιρῶν ἀπαντῶσιν, οὕτω τὰ ψηφίσματα καὶ τὰς γνώμας οἱ καιροὶ καὶ ποιοῦσι καὶ λύουσιν· εἰκότως. ἐν ἐκείνῳ μὲν γὰρ τῷ τρόπῳ τοῖς πολίταις διαλεγόμεθα, ὥστʼ ἀρκεῖ φθέγγεσθαι ταυτὸν διὰ τέλους, ταῦτα δὲ πρὸς τοὺς ἔξω καὶ πρὸς τὰς τοῦ πολέμου τύχας ἀνεύρηται. οὐδὲν οὖν αὐτῶν ἐστι βέβαιον οὐδʼ ἀκίνητον, οὐδʼ οἷον μὴ λῦσαί γε δεῖν ποτε. ἀλλὰ μὴν ὅπου καὶ τοὺς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme