389
μετὰ τοῦ καιροῦ γίγνεται, καὶ τὸ λαβεῖν Σικελίαν, ἐὰν ἐξῇ, καὶ τὸ αὐτούς γε εἶναι σῶς, ἐὰν ἄρα ἐκεῖνο μόνον μὴ συμβῇ. καὶ γὰρ εἰ μὲν ῥᾴδιον τἀνταῦθα καταστήσασθαι, χρησαμένους ἁπάσῃ τῇ δυνάμει, ῥᾴδιον πλεῖν ἐξ ὑπαρχῆς ἐπʼ ἐκεῖνα· εἰ δέ ἐστι μείζων ἡ πραγματεία, τί τοῖς ἐνταῦθα οὐκ ἔχοντες ἱκανῶς ἀνταρκεῖν ὑπερορίους ταραχὰς ἡμῖν αὐτοῖς ἐξευρίσκομεν; ὑπερβολὴν δὲ ποιήσομαι· εἰ γὰρ ἴσα καὶ κοινὰ θείημεν εἶναι τἀν τῇ Σικελίᾳ πράγματα, ὃ πολλῷ πλεονεκτεῖν ἡμᾶς ἔγωγʼ ἂν φαίην εἶναι, εἴπερ οὕτως εἶχεν, ἐκεῖνό γε δή που πάντες ἐπιστάμεθα, ὅτι οὐ τοσοῦτον κέρδος λαβεῖν Σικελίαν εἰ προχωροῖ, ὁπόσον τι κακὸν τοσαύτῃ δυνάμει σφαλῆναι. ὅτε τοίνυν μείζων ὁ φόβος τῆς ἐλπίδος, πῶς οὐκ ἄξιον φυλάξασθαι;