Thesauros Literature Oratory Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
388 δοκεῖ δʼ ἔμοιγε τοὐναντίον εἶναι οὐκ ἐν μὲν τῷ πέμπειν τὴν βοήθειαν ἢ λαβεῖν Σικελίαν ἢ κομίσασθαι τοὺς ἄνδρας πάλιν, ἐν δὲ τῷ καλεῖν ἤδη διεφθάρθαι τἀκεῖ πράγματα, ὥσπερ ἀρτίως ἠκούετε. ἀλλʼ ἡμεῖς ἕως ἐστὶ καιρὸς εἰ μὲν μεταπεμψόμεθα καὶ γενησόμεθα πάντες ἐν ταὐτῷ, φημὶ θεῶν ἵλεων ὄντων ἐλπίδας καταλείπεσθαι περὶ τῶν ἐκεῖ πραγμάτων, ὥσπερ καὶ πρότερον συνέβη πέμψασι κατὰ καιροὺς, ἔπειθʼ ὕστερον μειζόνως ἐπιθέσθαι δυνηθῆναι. ἂν δʼ ὠθιζώμεθα πρὸς τὸ ἀδύνατον, φημί τινʼ ἡμῶν κέρδος τὴν ζημίαν ἡγήσεσθαι, εἰ μόνον τῶν πραγμάτων συμβαίη διαμαρτεῖν καὶ πλέον μηδὲν προσυπάρξει παθεῖν. ἔπειτα καὶ τίς τῶν στρατηγῶν, ὦ Ἀθηναῖοι, θαρρήσει καθʼ αὑτὸν δεῦρο ἀνάγειν ἀθρόαν τὴν δύναμιν, ὅταν ὑμῖν προσαγγελθὲν ἀπεψηφισμένοι φαίνησθε, μηδὲ τοὺς ἐλάττους ἐπανήκειν πρὶν πρᾶξαι περὶ ὧν ἐπέμφθησαν· καὶ ὅπου νῦν ὤκνησε Νικίας τὰ παρʼ ὑμῶν, τί ποθʼ ἡγήσεται πείσεσθαι δευτέρας ἐλπίδος ὑμῶν ἁμαρτόντων; οὕτως ἢ νικήσοντας πέμπετε, ἢ θάτερον οὐ βούλομαι προσθεῖναι. ἐν οἷς δὲ ἐγὼ λέγω πάντα ἐφʼ ὑμῖν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme