Thesauros Literature Oratory Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
385 ἀλλʼ ἐῶ ταῦτα. διδότω τις ἡμῖν θεῶν Σικελίαν καὶ τὸ λοιπὸν, εἰ βούλεσθε, ὁ πάντα ἐγὼ δεδιὼς ἐγγυῶμαι. ἀλλὰ τί δεῖ τοὺς πόρρωθεν φόβους καὶ κινδύνους δεδιέναι, ἀφέντα τοὺς ἐν ὀφθαλμοῖς; πρὸς ταῦτα λεγόντων ὡς ἡ Σικελία πολλὴ καὶ ἀγαθὴ καὶ πρὸς τὸν πόλεμον λυσιτελεστάτη· ἀλλʼ ὅπως μὴ μεταβάλῃ ποθʼ ἡμῖν τὰς ἐπωνυμίας, μηδὲ τὸ τοῦ Πέρσου πάθωμεν, ὃς ἀκούων Μαρδονίου περὶ τῆς Εὐρώπης ὅτι πολλὴ καὶ ἀγαθὴ καὶ οὐδὲν φαυλοτέρα τῆς Ἀσίας κεκτῆσθαι, ἀγαπητὸν κέρδος εὗρε τὴν σωτηρίαν. ὅτου γὰρ ἂν πράγματος μὴ τὸ δυνατὸν ἡγῆται, τό γε λοιπὸν ὕθλοι καὶ σκιαί. νὴ Δίʼ αἰσχρὸν γὰρ φυγεῖν ἐκ Σικελίας. πότερον εἰ κρατῆσαι παρὸν φεύγοιμεν, ἢ καὶ ὁπωσοῦν; εἰ μὲν γὰρ ἐὰν κρατῆσαι παρὸν, δειξάτω τις ὡς ἔξεστιν· εἰ δὲ καὶ ὁπωσοῦν, οὐδὲν ἄλλο ἢ τὸ σωθῆναι δεινὸν ἡγοῦνται. ἔτι τοίνυν ἡδέως ἂν ἐροίμην αὐτοὺς πότερον αὐτὸν τὸν κατάπλουν τῶν τριήρων καὶ στρατιωτῶν αἰσχρὸν νομίζουσιν. ἀλλὰ μὴν τοῦτό γε εὐξάμεθα ἐξ ἀρχῆς δή που, δέξασθαι σῶς αὐτούς. ἢ τοῦτο

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme