383
ἢ πέμπειν πάλιν ἀντʼ ἐπισιτισμοῦ Συρακοσίοις ὧν κύριοι καταστήσονται; νὴ Δίʼ ἀλλὰ φοβήσονται τὴν δευτέραν ἔφοδον ταυτηνί. μᾶλλον θαρρήσουσι συνειδότες ὡς καὶ τῆς προτέρας ἐκράτησαν. καὶ γὰρ ἂν παρʼ αὐτῶν ἡμῶν οὕτω γʼ ἔχειν ἤδη μαρτυρίαν ἡγοῖντο, ὡς ἀπέγνωμεν μηκέτʼ ἐν εὐπόρῳ τὰ πράγματα εἶναι. οὐ γὰρ ὡς θαρροῦντες, ἀλλʼ ὡς φοβούμενοι δή που πέμψαι τοὺς νυνὶ δόξομεν.