Thesauros Literature Oratory Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ Aristides, Aelius
369 μὴ τοίνυν ἧττόν τι τοῖς ὅλοις συμφέρειν νομίσητε τἀν τῇ Σικελίᾳ κατεργασθέντα ἢ τὸ πλεῖν περὶ Πελοπόννησον, μηδʼ ἄλλως ἂν ἄμεινον τοὺς ἐκ Δεκελείας ἀπαγαγεῖν ἢ τὰς ἔξωθεν ἀφορμὰς αὐτῶν εἰ παρελοίμεθα. εἰ γὰρ μήτε πέμπειν εἰς Σικελίαν ἕξουσι μήθʼ ὑποδέχεσθαι τῶν ἐκεῖθεν μηδὲν, ὑμῖν δʼ αὖ διὰ χειρὸς ἅπαντα ταῦτα καταστήσεται, οὐκ ἔσθʼ ὅπως ἂν ἄμεινον καταλυθεῖεν οὐδʼ ὅπως ἂν μᾶλλον ἀπορήσαιεν ὅ τι χρήσαιντο. καὶ μὴν εἰ τὸν Ἑλλήσποντον περὶ πλείονος τῆς Ἀττικῆς ποιούμεθα τῆς σιτοπομπίας ἕνεκα, πόσῳ τοῦ γε Ἑλλησπόντου Σικελίαν εἰκός; ὁ μέν γε τῶν ἐκ τοῦ Πόντου πλοίων τὴν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme