Thesauros Literature Oratory Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος Aristides, Aelius
359 εμαι, καὶ ὡς ἀνέσχον τε καὶ ἀνέστην, ἔτυχε γὰρ καὶ τῆς ἄμμου πολλὴ περιχυθεῖσα, αὖθις ἐκ μέσου τοῦ ῥείθρου λοῦμαι δεύτερον. ἀνατρίψασθαι δὲ καὶ τἄλλα ἐπὶ τῆς ἀντιπέρας ὄχθης ὑπῆρξεν ἐν καλῷ τοῦ τε ἡλίου καὶ τοῦ πνεύματος. παρελθὼν δὲ εἰς τὸ περιοίκιον καὶ διατρίψας ὅσον ἐπισκέψασθαί τινα τῶν γιγνομένων, ἐπανῄειν πρὶν καὶ πιεῖν, θέρμης τε ἀπολαύων θαυμαστῆς καὶ συγκρίσεως παντάπασιν ἑτέρας. καὶ τὸ ἀπὸ τούτου πάντʼ ἦν εὔκολα εἰς μέσον χειμῶνα. τὰ δʼ ἐν τῷ χειμῶνι διαίτης τισὶ τάξεσι καὶ τύποις ἰᾶτο. ἀναλογιζομένῳ δέ μοι τόν τε χρόνον ὁπόσον τινὰ ἀπείην τῆς Σμύρνης, καὶ ταῦτα ψηφισμάτων ἡκόντων, καὶ ὅτι καὶ ἡλικίας ἤδη μέσως ἔχοιμι, καὶ πρὸς τούτοις τῶν ἄνω χρόνων τὸ πλῆθος, ἐν οἷς ἐξῆν, εἴ τις ἔρρωτο, ἐπελθεῖν τὰς πόλεις, καὶ ὅτι καὶ τῆς ὑπαρχούσης δόξης δέος εἴη ἀφαιρεθῆναί τι διὰ τὴν πολλὴν ἡσυχίαν, ταῦτα δὲ ἐλογιζόμην μὲν οἷα εἰκὸς ἄνθρωπον, εὖ δὲ ᾔδειν ὅτι πάντα λῆρος πρὸς τὸ πείθεσθαι τῷ θεῷ. ἔτι δὲ οὐδʼ ἀπόρως εἶχον ἐμαυτῷ συνεῖναι, ἀλλὰ καὶ τὸ κέρδος αὐτοῦ μᾶλλον ἐποιούμην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme