Thesauros Literature Oratory Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος Aristides, Aelius
357 ταῦτα μὲν δὴ ὡς ὄναρ πεφάνθαι ἐδόκουν. μετὰ δὲ τοῦτο ἐπελθεῖν ὡς ἀληθῶς αὐτοὺς τοὺς ἰατροὺς, θαυμάσαι τε δὴ τοῦ ἐνυπνίου τὴν ἀκρίβειαν καὶ πρὸς αὐτοὺς εἰπεῖν, ἄρτι γε ὑμᾶς ἐδόκουν ὁρᾶν καὶ ἄρτι ἥκετε, καὶ δῆτα ὁπότερος μὲν ὑμῶν, ἔφην, ὁ ἐρωτῶν ἦν καὶ ὁπότερος ὁ ἀποκρινόμενος οὐκ ἔχω λέγειν· ἡ δʼ ἀπόκρισις οὕτως εἶχεν, ὡς ἄρα Ἱπποκράτης κελεύοι δέκα σταδίους θεῖν τὸν μέλλοντα λοῦσθαι ψυχρῷ. ἅμα δὲ ἐμαυτῷ μετέβαλον τὸ ἐπὶ θάλατταν, ὡς δηλοῦν τὸ κατὰ φύσιν τῷ ποταμῷ, καὶ οὕτως εἶπον, δέκα σταδίους θεῖν τῷ ποταμῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme