354
ὕπαρ. καλέσας δὲ τῶν φίλων τοὺς ἐπικαίρους φράζω τὸ πρόσταγμα. καὶ τότε δὴ γράμμα ἐξετίθετο, καὶ γὰρ προσῆγεν ἡ ἐκ τοῦ ὀνείρατος ὥρα, καὶ παρῆμεν εὐθὺς ἐπʼ αὐτῷ. ὅμως δὲ καίπερ οὕτως ἐξ ὑπογυίου τῆς παρόδου γιγνομένης καὶ τῶν πολλῶν ἀγνοησάντων, οὕτω δή τι μεστὸν γίγνεται τὸ βουλευτήριον ὥστε οὐδὲν ἦν πλὴν ἀνθρώπων κεφαλὰς ὁρᾶν καὶ οὐδʼ ἂν τὴν χεῖρα διέωσας μέσην οὐδαμοῦ. καὶ μὴν τό γε τοῦ θορύβου τε καὶ τῆς εὐνοίας, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐνθουσιασμοῦ, τοσοῦτον παρὰ πάντων συνέβη ὥστε οὐδεὶς ὤφθη καθήμενος οὔτʼ ἐπὶ τοῦ προαγῶνος οὔθʼ ἡνίκα ἀναστὰς ἠγωνιζόμην, ἀλλʼ ἐκ πρώτου ῥήματος εἱστήκεσαν, ὤδινον, ἐγάνυντο, ἐξεπλήττοντο, συμπαρένευον τοῖς λεγομένοις, ἠφίεσαν φωνὰς οὔπω πρόσθεν γενομένας, πᾶς τις αὑτοῦ τὸ κέρδος ποιούμενος, εἴ τι νείμαι τῶν μεγίστων ἐμοί. ὡς δʼ ἀπηλλάγημεν ἀπὸ τοῦ βουλευτηρίου καὶ περὶ λουτρὸν ἦμεν, τότε δή τις ἀγγέλλει μοι ὅτι καὶ ὁ δεῖνα προγράψας πρότριτα εἰς τὴν ἡμέραν ταύτην εἰς τὸ ᾠδεῖον ἑπτακαίδεκα εἴη τοὺς σύμπαντας ἠθροικώς. καὶ μέντοι καὶ ἦρξεν αὐτῷ σωφροσύνης ἐκείνη ἡ ἡμέρα, τὸ πέρα δʼ οὐ λέγω, οὐδʼ ἂν τούτων ἐμνήσθην, εἰ μὴ τό τε ἐνύπνιον ὡς ἐναργὲς ἐξέβη ἐβουλόμην ἐνδείξασθαι καὶ ὅτι καὶ τούτων ἐμέλησε τῷ θεῷ, καὶ ἅμα τοῖς ἐξ ἀρχῆς ὡμολόγει λόγοις ὡς αὐτὸς ἀνέστησέ τε καὶ κατέστησεν εἰς τὴν Σμύρναν. οὐ πολλῷ δʼ ὕστερον εἰς Ἔφεσον κομίζει στεφάνους τε προειπὼν ὡς ἀγωνιστῇ καὶ κατασκευάσας οὕτως ὥστε ἀφυπνιζόμην, Ἔφεσον βοῶν.