Thesauros Literature Oratory Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος Aristides, Aelius
325 ἀρχὴ μὲν οὖν αὕτη τῆς μελέτης τῶν λόγων ἡμῖν ἐγένετο, καὶ οὕτως ἐπανήλθομεν. ἐγίγνετο δὲ καὶ ἄλλα πολλὰ εἰς ταυτὸν φέροντα, καὶ τὸ δὴ μάλιστα ἐπιρρῶσαν τοιόνδε ἦν. Ῥώσανδρος ἦν τῶν φιλοσοφούντων καὶ ἄλλως περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιμελής· οὗτος ἐδόκει μοι παρʼ ἀνδρὸς φιλοσόφου τῶν ἐπιφανῶν ἀρτίως διηγγελμένου παρὼν ἑστάναι πρόσθεν τῆς κλίνης, οἷον ἔνθεός τε καὶ σφόδρα ἐσπουδακώς· ἔπειτα λέγειν περὶ τῶν λόγων τῶν ἐμῶν εἰς ὅσον προβεβηκότες εἶεν, μνησθῆναι μὲν δὴ Πλάτωνος καὶ Δημοσθένους, ἐφʼ οἷσπερ ἐμνήσθη ἑκατέρου· ἀκροτελεύτιον δʼ ἐπιθεῖναι, παρῆλθες ἡμῖν τῷ ἀξιώματι τὸν Δημοσθένη, ὡς μηδʼ αὐτοῖς ἄρα τοῖς φιλοσόφοις εἶναι ὑπερφρονῆσαι. τοῦτο τὸ ῥῆμα πᾶσαν ἐμοὶ τὴν ὕστερον φιλοτιμίαν ἐξῆψε, τοῦτʼ ἐποίησε πᾶν ὅ τι ποιοίην περὶ λόγους ἔλαττον εἶναι τοῦ δέοντος νομίζειν. καὶ μέντοι καὶ ὕπαρ αὐτὸς ἐπεσφραγίσατο ὁ θεός. μετὰ γὰρ τὴν νύκτα ἐκείνην, ἣ τὸν ὄρθρον ἦγεν, εὐθὺς μελέτην ἐποιούμην, κατʼ ἀρχὰς ἔτι τῶν χρόνων ὥσπερ λέγω· καὶ οἱ παρόντες οὐδέν πω τοῦ ὀνείρατος προπεπυσμένοι, τῶν δὲ λόγων ἀκροώμενοι τότε πρῶτον, μάλιστα δὴ τοῦτο ἐπεσημήναντο τὸ ἀξίωμα. καὶ τοῦτο πλεῖστον ἦν αὐτοῖς τοῦ θορύβου. χρόνῳ δʼ ὕστερον εἰς τὸν Ῥώσανδρον φέρον τοιόνδε μοι γίγνεται. ἐδόκουν ἐν Διὸς Ὀλυμπίου χωρίῳ κατὰ δή τινα διατριβὴν ἤτοι πρὸς ἐμαυτὸν διανοηθῆναι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme