Thesauros Literature Oratory Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος Aristides, Aelius
323 φήμης καὶ τύχης. καὶ χρόνοις δὴ ὕστερον ἡ λοιμώδης ἐκείνη συνέβη νόσος, ἧς ὅ τε σωτὴρ καὶ ἡ δέσποινα Ἀθηνᾶ περιφανῶς ἐρρύσαντό με. καὶ ἓξ μῆνας μέν τινας θαυμαστῶς ὡς τὸ μετὰ τοῦτο διήγαγον· ἔπειτα ἡ ξηρότης πολλὴ ξυνέβη καὶ ἕτερα ἠνώχλησεν· ἃ πάντα ὁ θεὸς καθίστη τε καὶ σὺν αὐτῷ γε εἰρῆσθαι καθίστησι ταῖς ἐφημέροις διαίταις καὶ προρρήσεσι. τότε δʼ οὖν ὡς ἐπανῆλθον ἀπὸ τοῦ Αἰσήπου, εὐθὺς μὲν προσιόντος ἐγίγνοντο φῆμαι καὶ παιδίων καὶ ἄλλων ἀγαθαὶ καὶ παίζοντα ἐν αὐτοῖς ἐβόα, καλῶς κυρίῳ. καὶ ἡ τροφὸς εὐθὺς ἀνειστήκει καὶ ἀπήντα καὶ ἔρρωτο καὶ ἦν ἅπερ εἰκὸς ἐν τοῖς τοιούτοις. ἔπειτα κελεύει ὁ θεὸς ὡς δεῖ ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς, τὸν ἐν παλαίστρᾳ δὴ τρόπον, βεβαιότητος οὕνεκα καὶ ὡς εἴη τρόπον τινὰ καὶ τοῦτο ἐκπεπληρωμένον· ἔτι δὲ λούσασθαι ψυχρῷ, τὸ δʼ ἦν ἄρα χιόνι λούσασθαι· οὕτω πάντα κατεῖχεν ἡ χιὼν, καὶ ἔδαφος καὶ δένδρα καὶ κρήνας. καὶ δῆλον δὴ ὅτι καὶ ταῦτα ὑπηκούομεν ἀσμένως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme