Thesauros Literature Oratory Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος Aristides, Aelius
343 εἰς τοῦτο ἐτελεύτησεν ἡ πρόρρησις τοῦ θεοῦ. καί μοι λογιζομένῳ τὰ ἀνηλωμένα μισθόν τʼ ἀγοραίοις καὶ οἰκέταις ἐφόδια, εἴ τινάς ποι τούτων ἕνεκα ἀπέστειλα, αἱ πεντακόσιαι μάλιστά πως συνέβαινον δραχμαί. οἷον δʼ αὖ καὶ τὸ πρόσθεν τούτων ἐνιαυτῷ σχεδὸν γενόμενον ἐπὶ Πολλίωνος ἄρχοντος τῆς Ἀσίας. ἄρτι μὲν εἰς τὸ βουλευτήριον παρεληλύθειν ἐκ τῆς πολλῆς ἡσυχίας, ὥσπερ ἔφην, τοῦ θεοῦ προαγαγόντος κατὰ τοὺς λόγους· ἅπαντες δʼ ἦσαν ἐπʼ ἐλπίδων ὡς καὶ δὴ συνεσοίμην τοῖς νέοις· ἀπωλώλεσαν δὲ οἱ δείλαιοι σοφισταὶ τῷ δέει, οὐχ ἅπαντες, ἀλλʼ οἷς ἀνιᾶσθαι ἐπιμελὲς ἦν, ᾑρέθην ἐκλογεύς. ἧκε τὸ πρᾶγμα ἐπὶ τὸν πρεσβευτὴν, κυροῖ τὴν χειροτονίαν ἐν Φιλαδελφίᾳ δικαστηρίοις ἀπόντος ἐμοῦ. μετὰ ταῦτα ἀνεγιγνώσκετο ἐν τῇ βουλῇ ἡ γνῶσις ἡ τοῦ πρεσβευτοῦ. καὶ παρʼ ἡμῶν ἔφεσις μὲν εἰς Ῥώμην ἐδίδοτο,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme