341
ἵνα δʼ ἐκπεράνω, γιγνόμεθα ἐν τῇ Σμύρνῃ Διονυσίοις, καὶ παρῆν ὁ Σεβῆρος κατὰ τὴν ἑορτήν· ἦν οὖν τις τῶν καλουμένων πρεσβευτῶν τά τε ἄλλα θαυμαστὸς ὡς ἐπιτηδείως ἔχων αὐτῷ, καὶ σχεδὸν ὡσπερεὶ γραμματεὺς αὐτοῦ· πάντων γὰρ ὅσα ἐν γράμμασι κύριος αὐτὸς ἦν. καὶ δὴ καὶ τότε τὴν ἐπιστολὴν τούτῳ δείκνυμεν, ἐντυχόντες πρώτῳ· καὶ γὰρ ἦν ἐπὶ τῆς διοικήσεως τῆς περὶ Σμύρναν. καὶ μὴν ὅσα γε ἀπὸ στόματος εἰπεῖν ἔδει, πάντα διῆλθον πρὸς αὐτὸν, ἵνα εἰδὼς ἀκριβῶς φράζοι πρὸς τὸν ἡγεμόνα. καὶ ὡς ἑώρων τούς τε λόγους δεχόμενον καὶ πρὸς τὰ δίκαια καμπτόμενον, ἐνθύμιον ποιοῦμαι τὴν τοῦ ἐνυπνίου φωνὴν, ὡς ὁ γραμματεὺς ὑπισχνεῖτό μοι συμπράξειν. καὶ τό τε ὄναρ αὐτὸ διηγοῦμαι πρὸς αὐτὸν καὶ ἠξίουν ὑπακοῦσαι τῷ θεῷ, φάσκων τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπισχνούμενον, αὐτὸν δὴ λέγων. ἥσθη τοῖς λόγοις, προσῆγεν ἡμᾶς τῷ ἡγεμόνι, ἀπεδίδου τὰ γράμματα