Thesauros Literature Oratory Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος Aristides, Aelius
339 ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις. ποῖ οὖν τοῦτο ἐτελεύτησεν; ἡμέραις οὐ πολλαῖς ὕστερον ἐξ Ἰταλίας ἀφικνοῦνται ἐπιστολαί μοι παρὰ τῶν βασιλέων, τοῦ τε αὐτοκράτορος αὐτοῦ καὶ τοῦ παιδὸς, ἄλλας τε εὐφημίας ἔχουσαι καὶ τὴν ἀτέλειαν ἐπισφραγιζόμεναι τὴν ἐπὶ τοῖς λόγοις, εἰ τυγχάνοιμι χρώμενος αὐτοῖς. ἥκει δέ μοι καὶ παρὰ Ἡλιοδώρου τοῦ τῆς Αἰγύπτου ὑπάρχου γενομένου γράμματα ἅμα τοῖς βασιλικοῖς, ἐμοί τε αὐτῷ καὶ ἕτερα ὑπὲρ ἐμοῦ τῷ ἡγεμόνι, καὶ μάλʼ ἔντιμα καὶ λαμπρὰ, γραφέντα μὲν πολλῷ πρότερον τῆς χρείας ταύτης, ἀπαντήσαντα δὲ εἰς τὸν καιρὸν τότε. τὰς μὲν οὖν κόρας τὰς λευκὰς εἰς τὰς ἐπιστολὰς εὐθὺς ἔλαβον. θαρρήσας δὲ τῷ τε χρησμῷ καὶ τῷ παρὰ τῆς τύχης συμβάντι κινεῖσθαι μὲν οὐχ οἷός τʼ ἦν τοῦ θεοῦ κατέχοντος, πέμπω δὲ γράμματα πρὸς τὸν ἡγεμόνα, τό τε σύμπαν δηλῶν ὁποῖον εἴη τοὐμὸν πρᾶγμα καὶ ὅτι παντάπασιν ἐοίκασιν οἱ πρὸς αὐτὸν εἰπόντες τοὐμὸν ὄνομα οὐδὲν πλέον εἰπεῖν ἢ τοὔνομα· τούς τε ἀφιέντας ἐδήλουν οἵτινες εἶεν καὶ τὰ γράμματα τὰ νεωστὶ ἥκοντα· ἅμα δὲ καὶ αὐτὰ ἔπεμπον μετὰ τῶν ἐμῶν, τά τε τῆς συστάσεως καὶ τὰ τῆς ἀφέσεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme