Thesauros Literature Oratory Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος Aristides, Aelius
331 Ἀπόλλω τε καὶ Ἀσκληπιὸν ἐποιήθη κατὰ τὰς τῶν ὀνειράτων ἐπιπνοίας, καὶ τούτων τὰ πολλὰ σχεδὸν ἀπὸ μνήμης οὑτωσὶ, ὁπότε αἰωροίμην ἐπὶ τοῦ ζεύγους ἢ καὶ βαδίζοιμι. καὶ δὴ καὶ Μακεδόνι ἀνδρὶ ἑνὶ τῶν συμφοιτητῶν ὄναρ γίγνεται, ὡς ἀπήγγελλεν ἐμοὶ Θεόδοτος, οὐ γὰρ αὐτὸς εἶχε συνήθως ἐμοὶ, ἄντικρυς φέρον εἰς ἐμέ. ἐδόκει γὰρ ᾁδειν ἐμὸν παιᾶνα ἐν ᾧ ταύτην τὴν πρόσρησιν εἶναι, Ἰὴ παιὰν Ἥρακλες Ἀσκληπιέ. καὶ οὕτω δὴ τὸν παιᾶνα ἀπέδωκα ἀμφοτέροις τοῖς θεοῖς κοινόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme