317
καὶ ἐφέντος τοῦ θεοῦ μικρόν τι παρήλλαττον πίνων τοῦ μέτρου. καί τινα ἐπόθουν τρόπον τὴν ταμιείαν τὴν τότε. ἦν δέ τις χρόνος οὗτος, ὅτʼ ἐμψύχων τε ἀπειχόμην, πλὴν ἀλεκτρυόνος, καὶ λαχάνων ἁπάντων, πλὴν ἀγρίων καὶ θριδακίνης, καὶ τραγημάτων δʼ ἀπειχόμην πάντων. ἤδη δή ποτε καὶ ὅλως ἑνὶ χρῆσθαι προσέταξε, καὶ ἐχρώμην ἀλεκτρυόνι, ᾧ καὶ μόλις καὶ τοῦτο ἐπετάττετο. καὶ τούτων τὰ μὲν σὺν ἀλουσίαις καὶ φλεβοτομίαις καὶ κλύσμασι διηνέγκαμεν, τὰ δʼ ὡς ἕκαστον τύχοι. ἰχθύων δὲ καὶ ἓξ ἔτη πάντων ἀπεσχόμην· ὑείων δὲ οὐκ οἶδα ὁπόσον τι. πάλιν δὲ συγχωρήσαντος ἐχρώμην ἀμφοτέροις. εἶτʼ ἐν μέρει τὰ μὲν εἰργόμην ἂν, τὰ δʼ ἐχρώμην, ὡς ἑκάτερον ἐφʼ ἑκατέρου συμβαίνοι. καὶ μὴν γάρου γε εἶρξε καθάπαξ· οὐ γὰρ εἶναι τῇ κεφαλῇ σωτήριον, ἥκιστα δὲ ὀδοῦσιν. ἰάματα δὲ ὀδόντων ἔδωκε. πρῶτον μὲν ἦν λέοντος ὀδόντα καῦσαι καὶ κόψαντα χρῆσθαι σμήγματι, δεύτερον δὲ ὀπῷ διακλύζειν τούτῳ δὴ τῷ χρήματι· μετὰ ταῦτα πέπερι, καὶ προσέθηκε θέρμης οὕνεκα· ἐφʼ ἅπασι δὲ στάχυς Ἰνδικὸς, σμῆγμα καὶ οὗτος.