Thesauros Literature Oratory Ἱεροὶ λόγοι δεύτερος

Ἱεροὶ λόγοι δεύτερος

Ἱεροὶ λόγοι δεύτερος Aristides, Aelius
295 τῶν ναῶν τῶν τριῶν ἐστιν. ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρʼ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδος—καὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλων— ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλʼ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν. καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme