293
ᾔδειμεν· ὁ δʼ ἐτύγχανε προσεδρεύων τῷ θεῷ κατʼ ἐκεῖνον τὸν χρόνον—ἔφη δʼ οὖν ὁ τροφεὺς ὡς ἐν τούτῳ δὴ τῷ σχήματι διαλεχθείη πρὸς αὐτὸν περὶ τῶν λόγων τῶν ἐμῶν ἄλλα τε δὴ, οἶμαι, καὶ ὅτι ἐπισημήναιτο ὡδὶ λέγων, ἱεροὶ λόγοι. ταῦτα μὲν εἰς τοσοῦτον. μετὰ δὲ ταῦτα ἐδίδου τὰ ἰάματα αὐτῷ μοι, ὧν πρῶτον ἦν, ὡς ἔγωγε μέμνημαι, ὁ τοῦ βαλσάμου ὀπὸς, εἶναι δʼ αὐτὸν δωρεὰν τοῦ Τελεσφόρου τοῦ Περγαμηνοῦ· ἔδει δʼ αὐτῷ χρῆσθαι λούμενον ἐξιόντα ἐκ τοῦ θερμοῦ ὕδατος εἰς τὸ ψυχρόν· ἔπειτα ῥύμματα ἄττα διὰ σταφίδων τε καὶ ἑτέρων μικτὰ, ἔπειτα μυρία ἐπὶ μυρίοις, ἃ πάντα παρεὶς ἀναγκαίως τῶν παραδόξων μνησθῆναι βούλομαι.