304
δὲ νύκτες ἀνθʼ ἡμερῶν ἦσαν ἄγρυπνοι. τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; οὐ γὰρ πεντάετες οὐδʼ ἑξάετες οὐκ ἀρκεῖ. ἀλλʼ οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων ἡ διήγησις ἢ ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο. εἰ δὴ ταῦτά τις προσλογίσαιτο καὶ σκέψαιτο ἐφʼ ὅσων καὶ οἵων τῶν παθημάτων καὶ ὁποίας τῆς περὶ ταῦτα ἀνάγκης εἰς θάλατταν καὶ ποταμοὺς καὶ φρέατα ἐκόμιζε, καὶ τῷ χειμῶνι μάχεσθαι προσέταττε, φήσει πᾶν ὡς ἀληθῶς περαιτέρω θαυμάτων εἶναι, καὶ τοῦ τε θεοῦ τὴν δύναμιν καὶ τὴν πρόνοιαν μειζόνως ὄψεται, κἀμοὶ συνησθήσεται τῆς τιμῆς ἣν ἐτιμώμην, καὶ οὐκ ἂν τῆς ἀσθενείας μᾶλλον συνάχθοιτο.