276
μετὰ δὲ ταῦτα περιελθόντες ἐντυγχάνομεν τῷ ἱερεῖ καὶ ἠρχόμην ἐγὼ πρὸς αὐτὸν λόγου τοιοῦδε· ἐμοὶ καὶ ἐν Σμύρνῃ ὀνείρατα ἐγίγνετο διαλεχθῆναί σοι περὶ τοῦ ἱεροῦ, καὶ νομίσας τὸ πρᾶγμα μεῖζον εἶναι ἢ κατʼ ἐμὲ ἐσιώπησα· καὶ νῦν ἔναγχός μοι περὶ αὐτῶν τούτων γεγένηται. καὶ ἅμα ἐν νῷ εἶχον λέγειν περὶ τοῦ τὸ ἕδος εἰς τὴν ἀρχαίαν χώραν καταστῆσαι. περιπατοῦντος δέ μου ἀποπίπτει τὸ διάβαθρον τοῦ ἑτέρου ποδὸς, καὶ ὁ ἱερεὺς ἀνελόμενος προσφέρει. κἀγὼ τῆς μὲν τιμῆς ἕνεκα ἥσθην, βουλόμενος δὲ αὐτὸν οἷον ἀμείβεσθαι καὶ δεξιοῦσθαι κύψας λαμβάνω. κἀν τούτῳ ταῦρός τις ἐπῄει μοι κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ. κἀγὼ ἐδεδοίκειν τε καί πως ἐπειρώμην φυλάττεσθαι. ὁ δʼ ἄλλο μὲν οὐδὲν ἔδρασεν, ὑπὸ δὲ τὸ γόνυ τὸ δεξιὸν ἐνέθλασεν. ὁ δὲ Θεόδοτος σμίλην τινὰ λαβὼν ἀνεκάθαρεν· ὥστε ἔμελλον πρὸς αὐτὸν ἐρεῖν ὅτι σὺ αὐτὸ ἐποίησας ἕλκος. ταῦτʼ ἦν τὰ φανθέντα καὶ ἐνταῦθα ἔληξεν ὁ φόβος καὶ ἐγένετο ὑπὸ τὸ γόνυ τὸ δεξιὸν ἑλκύδιον ἄνθρακι ἐοικὸς, καὶ ἐδόκει ἀγαθὸν εἶναι πρὸς τὰ ἄνω. δεκάτῃ δʼ ὑστέρᾳ ἐδόκουν ἐσθῆτα ἔχειν ἱερέως καὶ αὐτὸν παρόντα ὁρᾶν τὸν ἱερέα· ἐδόκουν δὲ καὶ τῶν ἐπιτηδείων