275
ὄψις δὲ ὀνείρατος οὑτωσί πως εἶχεν, ὡς ἄρα εἴην ἐν ὕδασι θερμοῖς, προκεκυφὼς δὲ εἰς τὸ πρόσθεν ὁρῴην τὰ κάτω τῆς κοιλίας ἀτοπώτερον διακείμενα. ἐβουλευσάμην μὲν δὴ μεῖναι ἐπʼ ἀλουσίας. ἔφη δέ τις ὡς οὐκ ἐπʼ αὐτοῦ γε τοῦ λουτροῦ τὸ δυσχερὲς ἦν τὸ φαινόμενον, οὐδʼ εἰκὸς ὡς αἴτιον φυλάξασθαι. ἐλουσάμην τε εἰς ἑσπέραν, καὶ ἅμα τῷ ὄρθρῳ τὸ ἦτρον ἤλγουν, καὶ ἐπεχώρει τὸ ἄλγημα ἐπὶ δεξιᾷ καὶ μέχρι βουβῶνος κάτω. ἑβδόμῃ δʼ ἐπὶ δέκα ἀλουσία ἐξ ὀνείρατος, ὀγδόῃ δʼ ἐπὶ δέκα ἀλουσία. ἐνάτῃ ἐπὶ δέκα δʼ ἔδοξά τινας τῶν βαρβάρων ἐγκρατεῖς γεγενῆσθαί μου, καί τινα αὐτῶν ἐπιέναι μοι καὶ δόξαν παρασχεῖν ὡς στίξοντα· ἔπειτα καθεῖναι τὸν δάκτυλον οὑτωσὶ μέχρι τοῦ λαιμοῦ, καί τι ἐγχέαι, κατὰ δή τινα ἐπιχώριον νόμον, ὀνομάσαι δὲ αὐτὸ ὀξυσιτίαν· ταῦτα δὲ ὕστερον ὡς ὄναρ διηγεῖσθαι καὶ τοὺς ἀκούοντας θαυμάζειν καὶ λέγειν ὡς ἄρα τοῦτο αἴτιον εἴη τοῦ διψῆν μὲν, μὴ δύνασθαι δὲ πιεῖν, τὸ τρέπεσθαι εἰς ὄξος τὰ σιτία. ἐκ δὴ τούτου ἔμετός τε ἐδείκνυτο καὶ προσέταξεν ὁ βάρβαρος λουτροῦ τε ἀποσχέσθαι καὶ διάκονον ἕνα παραστήσασθαι. τὸ τήμερον εἶναι ἀλουσία καὶ ἔμετος μετὰ ῥᾳστώνης, ὡς εἰκάσαι ἐδόκουν ἐν προπυλαίοις εἶναι τοῦ Ἀσκληπιοῦ, καί τινα τῶν ἐπιτηδείων ἐντυχόντα μοι περιβάλλειν καὶ φιλοφρονεῖσθαι, οἷα δὴ διὰ χρόνου ἑορακότα· εἰπεῖν δὴ πρὸς αὐτὸν ὡς ἐν ἀηδίᾳ τε εἴην γεγονὼς