282
λόγον, ἢ πλέον τῷ παρʼ ἡμῖν βασιλεῖ νέμειν, ἔπειτα οὕτως ἐφέπεσθαι τὰ πρὸς τὸν ἕτερον. εἶπον δὲ οὕτω πως. ὥστʼ, ἔφην, εἰ μὴ γεγυμνασμένος ἦν ἐν θείαις ὄψεσιν, οὐκ ἄν μοι δοκῶ ῥᾳδίως οὐδὲ πρὸς αὐτὴν τὴν πρόσοψιν ἀντισχεῖν, οὕτω μοι δοκεῖ θαυμαστή τις εἶναι καὶ κρείττων ἢ κατʼ ἄνθρωπον. ἔλεγον δὲ θείας ὄψεις, μάλιστα δὴ ἐνδεικνύμενος τὸν Ἀσκληπιὸν καὶ τὸν Σάραπιν.