Thesauros Literature Oratory Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ

Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ

Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ Aristides, Aelius
253 ἐν καλλίστῳ μὲν δὴ τῆς οἰκουμένης οὕτως ἔστιν εἰπεῖν. ἔτι δʼ αὐτοῦ τοῦ ἱεροῦ ὅσος ὑπαίθριος χῶρος καὶ βάσιμος ἐν τῷ καλλίστῳ ἐστί· μέσον γὰρ ἐν μέσῳ ἵδρυται. τὸ δὲ ὕδωρ εἰ μὲν βούλει, ἀπὸ πλατάνου ῥεῖ, ὥσπερ γὰρ ἄλλο τι σύμβολον καὶ τοῦτο παραπέφυκεν, εἰ δὲ βούλει, τὸ ἔτι κάλλιόν τε καὶ ἱερώτερον, ἀπʼ αὐτῶν τῶν βάθρων ἐκρεῖ, ἐφʼ ὧν ὁ νεὼς ἕστηκεν. ὥστε παντί γε ταύτην τὴν δόξαν καὶ πίστιν ὑπεῖναι, ὅτι ἀπὸ ὑγιεινοῦ καὶ ὑγιείας χορηγοῦ χωρίου φέρεται, ἀπό γε τοῦ ἱεροῦ καὶ τῶν ποδῶν τοῦ σωτῆρος ὁρμώμενον· οὐ γὰρ ἄν τι ἐξ ὑγιεινοτέρων ἢ καθαρωτέρων τόπων ὕδωρ ῥυείη ἢ τοῦτο ἐκ τούτων ῥέον. ἐν τοιούτῳ δὴ φαινόμενον καὶ ἀπὸ τοιούτων ὁρμώμενον, ὡς τὸ εἰκὸς ἔχει, κάλλιστόν ἐστι. πρῶτον μέν γε λεπτότατον ἐγγυτάτω ἀέρος, ἔπειτα ὃ τούτῳ ἕπεται, κουφότατόν τε καὶ πραότατον, τρίτον γλυκύτατόν τε καὶ ποτιμώτατον, αὐτόχυτον, ὃ πίνων οὐκ ἂν οἴνου προσδεηθείης. Ὅμηρος μὲν γὰρ ἔφη τὸν Τιταρήσιον ἐπιρρεῖν ἐπὶ τοῦ Πηνειοῦ, ὥσπερ ἄνδρα ἐπινηχόμενον ὑπὸ κουφότητος τοῦ ὕδατος· τὸ δέ μοι δοκεῖν εἰ ἐπιρρήξαις αὐτῷ ὕδωρ ἕτερον, ἀντάνεισιν εἰς τὸ ἄνω, τὸ δὲ δύεται ὥσπερ ὕφαλοι νεύοντες εἰς μυχὸν ἐκ τοῦ μετεώρου· εἰ μὴ καὶ τοῦτʼ ἔστιν εἰπεῖν ὅτι μοι δοκεῖ κἂν τὸ ἐπεγχυθὲν ὑψῶσαι τῇ ἑαυτοῦ κουφότητι. ὡς δὲ οὐ κομπάζομεν, σταθμῷ κρίνεται. καίτοι τί ἂν εἴποι ὁ τῆς Στυγὸς ἀπορρὼξ ὅταν ἀνθιστάμενος ῥέπῃ; πρόσεστι δὲ τούτῳ ὅτι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme