Thesauros Literature Oratory Σμυρναϊκὸς πολιτικός

Σμυρναϊκὸς πολιτικός

Σμυρναϊκὸς πολιτικός Aristides, Aelius
234 δοκεῖ δʼ ἄν μοί τις καὶ δόγμα παρʼ αὐτῶν ποιήσασθαι, ὥσπερ τὸν ὑπὸ τῆς ἐχίδνης φασὶ πληγέντα μὴ ἐθέλειν ἑτέρῳ λέγειν ἀλλʼ ἢ ὅστις πεπείραται, οὕτω καὶ τῶν περὶ τῆς πόλεως καλῶν ἰδὼν ἰδόντι μόνον κοινοῦσθαι, ἢ μέλλοντί γε αὐτίκα, εἰς ἑτέρους δὲ οὐκ ἂν ῥᾳδίως τοὺς λόγους ἐκφέρειν ὥσπερ εἰς βεβήλους ἱερά· ὥσπερ οἱ ὑπʼ ἔρωτος κατεχόμενοι πρὸς τοὺς κομιδῆ παῖδας οὐκ ἐθέλουσι διηγεῖσθαι. τοσόνδε μὲν γὰρ ἴσως καὶ ποιητὴς ἂν εἴποι καὶ ψυχαγωγήσειεν, ὡς ὁ μὲν λιμὴν ἐν ὀμφαλῷ τῆς πόλεως, τὸ δὲ πέλαγος ἐν ὀφθαλμῷ, τοῖς ἐπὶ θάτερα ἐσχάτοις οὐχ ἧττον σύνοπτον ἢ τοῖς προσοικοῦσι· καὶ ἡ μὲν ἀκρόπολις διὰ πάσης ἀνέχει τὴν πόλιν, ἡ δὲ θάλαττα παρατείνει καθάπερ βάσις, τοσοῦτον τοῦ Μέλητος πρὸς ἕω παραλλάττουσα ὅσον εἰς καμπὴν παρεξελθεῖν. ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme