223
ὃ δὲ ἐκ πολλοῦ μὲν ὕπεισί με καὶ πολλάκις ὤχληκε πρὸς αὐτοῖς τοῖς χείλεσι γιγνόμενον, παρενήνεκται δὲ ὑπὸ τοῦ λόγου δεῦρο ἀεὶ, τοῦτο νῦν εἰπὼν οὐκ ἂν ἴσως ἄπο καιροῦ πέσοιμι. ὅσον γὰρ μεγέθει τῆς ἁπάσης ἀρχῆς, τοσοῦτον ἐγκρατείᾳ καὶ πολιτείας ἐπινοίᾳ πάντας ὑπερβάλλεσθε, ὡς ἔστιν ἐν τοῖς εἰρημένοις. νῦν δέ μοι δοκεῖ κἀκεῖνό τις εἰπὼν οὐκ ἂν ἁμαρτεῖν, ὅτι οἱ μὲν ἄνω πάντες καὶ οἱ ἐπὶ πλεῖστον γῆς ἄρξαντες ὥσπερ σωμάτων γυμνῶν αὐτῶν τῶν ἐθνῶν ἦρξαν. πότε γὰρ πόλεις τοσαῦται κατʼ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν; ἢ τίς πω οὕτω τῶν τότε διεξήλασεν, ἐπαριθμῶν ταῖς ἡμέραις τὰς πόλεις, ἔστι δʼ ὅτε τῆς