Thesauros Literature Oratory Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον Aristides, Aelius
214 ἀγορὰν συνίασι τευξόμενοι τῆς ἀξίας ἕκαστοι. ὅπερ δὲ πόλις τοῖς αὑτῆς ὁρίοις καὶ χώραις ἐστὶ, τοῦθʼ ἥδε ἡ πόλις τῆς ἁπάσης οἰκουμένης, ὥσπερ αὖ τῆς χώρας ἄστυ κοινὸν ἀποδεδειγμένη. φαίης ἂν περιοίκους ἅπαντας ἢ κατὰ δῆμον οἰκοῦντας ἄλλον χῶρον εἰς μίαν ταύτην ἀκρόπολιν συνέρχεσθαι, ἡ δὲ οὐδεπώποτε ἀπεῖπεν, ἀλλʼ ὥσπερ τὸ τῆς γῆς ἔδαφος φέρει πάντας, οὕτω καὶ ἥδε δέχεται μὲν τοὺς ἐξ ἁπάσης γῆς, ὥσπερ τοὺς ποταμοὺς θάλαττα. κοινὸν δʼ αὐτῇ καὶ τοῦτο πρὸς τὴν θάλαττάν ἐστιν· οὔτε γὰρ ἐκείνη μείζων ὑπὸ τῆς ἐμβολῆς τῶν ποταμῶν γίγνεται, ὡς συνειμαρμένου τούτου σὺν αὐτοῖς εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος, καὶ τῇδε ὑπὸ μεγέθους οὐδὲν ἐπίδηλον. ὥσπερ δὲ οἱ τοῖς κόλποις δεχόμενοι πάντα οὕτως κρύψασα ἔχει ἐξιόντων καὶ εἰσιόντων, ἴση οὖσά τε καὶ φαινομένη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme