213
τοῦτο μέντοι τὸ τοὺς πρόσθεν ἅπαντας ὡς εἰπεῖν ἀνθρώπους διαφυγὸν ὑμῖν ἐτηρήθη μόνοις εὑρεῖν τε καὶ τελεώσασθαι· καὶ θαυμαστὸν οὐδέν. ὥσπερ γὰρ τῶν ἄλλων πραγμάτων ἐπὶ ταῖς ὕλαις ἀπαντῶσιν αἱ τέχναι, οὕτως ὅτε ἀρχὴ μεγίστη καὶ δύναμις διαφέρουσα συνέστη, τότʼ ἐπʼ αὐτῇ καὶ ἡ τέχνη συνετέθη τε καὶ συνεισῆλθε, καὶ ἄμφω δὴ διʼ ἀλλήλων ἐκρατύνθη. διὰ μὲν τὸ τῆς ἀρχῆς μέγεθος καὶ ἡ ἐμπειρία ἀναγκαίως περιεγένετο, διὰ δʼ αὖ τὸ ἄρχειν εἰδέναι δικαίως ἅμα καὶ εἰκότως ηὔξησεν ἡ ἀρχή. τοῦτο δὴ καὶ πολὺ μάλιστα πάντων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, τὴν περὶ τὴν πόλιν αἰτίαν καὶ τὴν τῆς διανοίας μεγαλοπρέπειαν, ὡς οὐδὲν ἐοικὸς αὐτῇ τῶν πάντων. διελόντες γὰρ δύο μέρη πάντας τοὺς ἐπὶ τῆς ἀρχῆς, τοῦτο δʼ εἰπὼν ἅπασαν εἴρηκα τὴν οἰκουμένην, τὸ μὲν χαριέστερόν τε καὶ γενναιότερον καὶ δυνατώτερον πανταχοῦ πολιτικὸν ἢ καὶ ὁμόφυλον πᾶν ἀπεδώκατε, τὸ δὲ λοιπὸν ὑπήκοόν τε καὶ ἀρχόμενον. καὶ οὔτε θάλαττα διείργει τὸ μὴ εἶναι πολίτην οὔτε πλῆθος τὰς ἐν μέσῳ χώρας, οὐδʼ Ἀσία καὶ Εὐρώπη διῄρηται ἐνταῦθα· πρόκειται δʼ ἐν μέσῳ πᾶσι πάντα· ξένος δʼ οὐδεὶς ὅστις ἀρχῆς ἢ πίστεως ἄξιος, ἀλλὰ καθέστηκε κοινὴ τῆς γῆς δημοκρατία ὑφʼ ἑνὶ τῷ ἀρίστῳ ἄρχοντι καὶ κοσμητῇ, καὶ πάντες ὥσπερ εἰς κοινὴν