Thesauros Literature Oratory Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον Aristides, Aelius
208 οὔσης. ἔκκλητοι δὲ ὥσπερ ἔφεσις ἐκ δημοτῶν εἰς δικαστήριον σὺν οὐκ ἐλάττονι τῶν δεξαμένων φόβῳ περὶ τῆς κρίσεως ἢ τῶν ποιουμένων γίγνονται. ὥστε φαίη τις ἂν τοσαῦτα ἄρχεσθαι τοὺς νῦν ὑπὸ τῶν πεμπομένων, ὁπόσα ἂν αὐτοῖς ἀρέσκῃ. πῶς οὖν ταῦτα οὐκ ἐν τοῖς ἐπέκεινα πάσης δημοκρατίας; οὔκουν ἐκεῖ ἔξεστι μετὰ τὴν ἐν τῇ πόλει ψῆφον ἐνεχθεῖσαν ἐλθεῖν ἄλλοσε οὐδʼ ἐπʼ ἄλλους δικαστὰς, ἀλλὰ στέργειν ἀνάγκη τοῖς ἐγνωσμένοις, εἰ μή τις ἐστὶ μικρὰ πόλις, ὥστε προσδεῖσθαι δικαστῶν ὑπερορίων παρὰ τὴν ἀξίαν, ἢ καὶ διώκοντα μὴ κρατήσαντα, μηδὲ τῷ νενικῆσθαι· ἀλλὰ μένει δικαστὴς ἕτερος μέγας, ὃν οὔποτε οὐδὲν ἐκφεύγει τῶν δικαίων· κἀνταῦθα δὴ πολλὴ καὶ εὐσχήμων ἰσότης μικροῦ πρὸς μέγαν καὶ ἀδόξου πρὸς ἔνδοξον καὶ πένητος δὴ πρὸς πλούσιον καὶ γενναῖον ἀγεννοῦς, καὶ τὸ τοῦ Ἡσιόδου συμβαίνει, ῥεῖα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει οὗτος ὁ δικαστής τε καὶ ἡγεμὼν, ὅπως ἂν τὸ δίκαιον ἄγῃ, ὥσπερ πνεῦμα ἐν νηὶ, οὐ δή που πλουσίῳ μὲν μᾶλλον, πένητι δὲ ἧττον χαριζόμενόν τε καὶ παραπέμπον, ἀλλʼ ὅτῳ γένοιτο ἀεὶ, τοῦτον ὁμοίως ὠφελοῦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme