158
οὕτω δὲ τούτων προκεχωρηκότων μέχρι μέν τινος ἦν ἡσυχία καὶ τῆς ὑπαρχούσης εὐδαιμονίας αἱ πόλεις ἀπέλαυον, τῆς δὲ κοινῆς τύχης ἀνθρώπων, ἣ πάντα κινεῖ, μετέσχον ἄρα καὶ οἱ Ἕλληνες καὶ ἡ πόλις· οἱ μὲν γὰρ οὐχ ὧν εὖ ἔπαθον χάριν ἔσχον διὰ τέλους, ἀλλʼ ἐφθόνησαν τῶν ἔργων ταῖς ὑπερβολαῖς, ἡ δʼ ὑπὲρ ὧν ἅπαντα ὑπέστη, τούτοις συνέρραξε, δυοῖν δείξασα ὡς ἄκουσα, τῷ τε κατʼ ἀρχὰς ἔτι κινουμένους κατασχεῖν καὶ δεῖσθαι λόγῳ κρίνεσθαι περὶ τῶν διαφόρων καὶ τῷ πολεμεῖν ἀναγκασθεῖσα, ὅτε ἐνίκησε, μηδὲν πλέον ζητῆσαι, ἀλλʼ ἀφεῖναι τοὺς ἐρίσαντας αὐτῇ περὶ τῆς ἡγεμονίας καὶ μηδὲν ἀηδέστερον ἐξαγαγεῖν ἐκ τοῦ δεσμωτηρίου ἢ