158
παντὸς τοῦ δυνατοῦ, πρὸς δὲ τοὺς Ἕλληνας ἁπλῶς μέχρι τοῦ κρείττονος. οὕτω μὲν τὸν πρὸς τοὺς βαρβάρους ἀγῶνα, οὕτω δʼ αὖ τὸν πρὸς τοὺς Ἕλληνας διενεγκοῦσα, τοιαύτην μὲν τὴν πρὸς ἐκείνους, τοιαύτην δὲ καὶ τὴν πρὸς τούτους εἰρήνην ἐποιήσατο, ἀμφοτέρων ὁμοῦ καὶ χωρὶς κρείττων γενομένη. ἀλλὰ μὴν μόνη μὲν ἁπασῶν πόλεων ἰδίοις κινδύνοις κοινὴν ἅπαντι τῷ γένει τὴν ὠφέλειαν ἐπορίσατο, μόνη δʼ ἐκ τῶν κοινῶν εὐεργεσιῶν τὴν ἡγεμονίαν ἐκτήσατο καὶ μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν κατεδουλώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχὴν, ἀλλʼ ἐξ ὧν ἐποίησεν ἐλευθέρας· ὥστε συμβῆναι τοὺς αὐτοὺς χρόνους τοῖς μὲν Ἕλλησι τὸ τῆς ἐλευθερίας, τῇ δὲ πόλει τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν· μόνοι γὰρ ἑκόντων ἦρξαν, καὶ μόνος οὗτος δήμων ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ἐνίκησε, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις βιασάμενος, τοὺς δʼ ὁμοφύλους οὐ πείσας, ἀλλʼ ὑπʼ αὐτῶν ἄρχειν πεισθεὶς, σύμβολον δικαιοσύνης ἔχων τὴν ἀρχὴν, οὐκ ἀδικίας. εἰ δὲ δεῖ διελόντα εἰπεῖν, μόνη πόλεων τῶν μὲν βαρβάρων ἀκόντων, τῶν δʼ Ἑλλήνων δεηθέντων ἔσχε τὴν ἀρχήν.