156
ἐν δράματι. εἰ μὲν γὰρ ὡς ἅπαξ ἐπλήγησαν, ἀπῆλθον, τάχʼ ἄν τις ἦν αὐτοῖς ὕστερον ἀντιλαβὴ, τὸ δʼ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀνθιστάντας δὲ τρόπαιον μείζω τῶν πρότερον προσπαθεῖν, αὐτοὺς ἐποίησεν ἐπισφραγίζεσθαι τὴν νίκην, ὡς μὴ δοκεῖν τύχῃ μᾶλλον ἢ τῷ τοῦ κρείττονος λόγῳ τὸ ἔργον κριθῆναι καὶ νῦν καὶ πρότερον. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγωνιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ.