148
εἰ οἱ μὲν νομοθέται τούτου χάριν ἐξέτειναν τὰς συνόδους, καὶ νὴ Δία γε αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν, πλείω τὸν χρόνον προσθέντες, ὅπως ἐπὶ πλεῖστον ἀλλήλοις ὁμιλοῖμεν, ἡμεῖς δʼ ἀντὶ τοῦ χρήσασθαι τούτῳ μεμφοίμεθα. ὥσπερ οὖν τοῖς τῶν ἄθλων γυμνασίοις οὐκ ἀχθόμεθα ἐντυγχάνοντες ἐφʼ ἡμέρᾳ, ἀλλʼ ἐν κέρδους μέρει τῆς ἀεὶ παρούσης θέας ἀπολαύομεν, οὕτω καὶ περὶ τῶν λόγων ἔχειν εἰκὸς, καὶ ταῦτά γε τῶν τῇ πανηγύρει συγκεκληρωμένων, πάντως οὐχ ἑώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε, οὐδʼ ἀτιμοτέροις ἐκείνων συνεῖναι.