147
οἱ δʼ ὥσπερ ἐκ ναυαγίας ἄοπλοι καὶ ἀσύντακτοι νύκτα ἡμέρας τιμιωτέραν ἄγοντες, ἐκ πολλῶν ὀλίγοι καὶ πολλοὶ κατʼ ὀλίγους ἐξεχώρησαν, πολλὰ τῆς ὑπερηφάνου στρατιᾶς καὶ τῶν Ἀθηναίων μεμνημένοι. τούτων δʼ οὕτω καταστάντων οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἀσμένως ἀναπεπνεύκεσαν, οὐχ ὅσον ἂν καὶ προσεδόκησαν διαπεφευγότες χειμῶνα, καὶ τὴν πόλιν ἐστεφάνουν, ἐθαύμαζον, πᾶν ὅ τι εἴποιεν αὐτὴν μικρὸν ἡγοῦντο. οὕτω πολλοῦ τινος αὐτοῖς ἔδει ποιῆσαι ὅ τί γε δοκεῖν ἔχειν ἄξιον αὐτῆς· ἡ δὲ ἐνταῦθα δὴ καὶ μάλιστα τὴν περιουσίαν τῆς ἀρετῆς ἐπεδείξατο. τοσοῦτον γὰρ ἐπεξῆλθεν ἐν τοῖς πράγμασιν ὥστʼ ἔτι μᾶλλον ἔξω δεῖξαι τοῖς βαρβάροις τίνες ἦσαν οἱ καὶ τὰ ἐν τῇ Ἑλλάδι ταῦτα δράσαντες αὐτοὺς καὶ τίνας φεύγειν κρίναντες ἀγαπητὸν ἀπῆλθον.