142
οὕτω διὰ πάντων ἡ πόλις πᾶν ἔσωσε τὸ Ἑλληνικὸν, καὶ τοῖς πᾶσιν ἐδείχθη μόνον φυλακτήριον οὖσα τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τῷ λοιπῷ μέρει τῆς οἰκουμένης. τίσι δὲ λέγω τοῖς πᾶσιν; οἷς ἐνίκα πρότερον μόνη Μαραθῶνι, οἷς ὕστερον τοσοῦτον παρῆλθε τοὺς συστάντας, οἷς αὐτὴ κεφάλαιον τοῦ πολέμου τοῖς στόλοις ἀμφοτέροις ἦν, τοῖς ἐν Πύλαις ἀτυχοῦσιν ἄνευ τῆς πόλεως, τοῖς ἐπʼ Ἀρτεμισίῳ νικῶσι διὰ τῆς πόλεως, ταῖς τοῦ θεοῦ μαντείαις, ὧν αἱ μὲν τῆς Ἀθηνᾶς εἶναι τὴν δωρεὰν, αἱ δὲ ἀπολέσθαι τοὺς Ἕλληνας ἔφραζον, εἰ συσταῖεν Ἀθηναῖοι