119
τοῦ θεοῦ χρήσαντος, προσαγαγεῖν δʼ αὐτὴν κοσμήσασα ἡ μήτηρ ὥσπερ εἰς θεωρίαν πέμπουσα· λεὼς δὲ ὅμοια τούτῳ βουλεύσας, ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ· Κόδρος δʼ ἐν τῷ πρὸς Δωριέας πολέμῳ καὶ Πελοποννησίους αὐτὸς ἐθελοντὴς ὑπὲρ τῆς χώρας ἀποθανεῖν. ὥστε καὶ οἷς τοιαῦτα ὑπάρχει τῶν σφετέρων διηγήσασθαι, καὶ τούτοις μηδὲν εἶναι πλέον εἰπεῖν τῶν παρʼ ὑμῖν, ἀλλὰ καὶ τῶν τοιούτων ἔργων ἄρχειν τὴν πόλιν διὰ τοσούτων καὶ ἔτι πλειόνων τῶν παραδειγμάτων, καὶ μηδεμίαν λείπεσθαι μήτε κοινὴν ὑπερβολὴν μήτʼ ἰδίαν. οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθʼ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσων εἶπον κεκρατηκέναι, τῶν δὲ παρʼ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι περὶ τὴν χάριν, ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρʼ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασα.