108
περὶ μὲν δὴ γένους καὶ τροφῆς καὶ τῆς ἐκ θεῶν τιμῆς καὶ τῶν δωρεῶν, ἃς αὐτοί τε εὕροντο καὶ τοῖς ἄλλοις ἔνειμαν, εἴρηται, τῶν μὲν πραγμάτων ἴσως ἧττον, οὐχ ἧττον δὲ ἢ τοῖς πρὸ ἡμῶν. νῦν δὲ παντοδαπῶν ἐπιόντων ἀκόλουθον ἴσως ἐστὶ λέγειν ὧν μέρος ἐγγέγραπται τοῖς εἰρημένοις, ὅσῃ τινὶ καὶ οἵᾳ τῇ περιουσίᾳ τῆς φιλανθρωπίας εἰς ἅπαντας ἐχρήσαντο καὶ ὅπως εἰς τὸ κοινὸν ἐπολιτεύσαντο. ἄνειμι δὲ κἀνταῦθα μικρόν. ὥσπερ γὰρ τοῖς θεοῖς οὐκ ἀπέχρησε διʼ ἑνός τινος τρόπου τὴν εὔνοιαν ἐνδείξασθαι τῇ πόλει, οὕτως οὐδʼ ἐκεῖνοι τοῦ σίτου τὴν κοινωνίαν τοῖς ἀνθρώποις ἔκριναν ἐξαρκεῖν, ἀλλʼ ὁδῷ προῄεσαν αὔξοντες τὴν φιλοτιμίαν, ὥσπερ οἱ τὰ σπέρματα. μεγίστη δὲ καὶ κοινοτάτη τῶν εὐεργεσιῶν ἡ τῶν πανταχόθεν δυστυχούντων ὑποδοχὴ καὶ παραμυθία. οὐ γάρ ἐστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν, οὐδʼ ἄοικον ἐπὶ