108
οὗτος ὁ χῶρος ὥσπερ ἀνιέναι δοκεῖ τὴν τοῦ δικαίου γνῶσιν ἐναργῆ καὶ τῆς παρὰ τοῖς θεοῖς ὡς δυνατὸν ἐγγυτάτω. καὶ τοσούτῳ τετίμηται παρὰ πάντων τῷ συγκεχωρηκότι, ὥσθʼ οἱ μὲν ἡττώμενοι στέργουσιν ὁμοίως τοῖς κεκρατηκόσιν, ἀρχαὶ δὲ πᾶσαι καὶ συνέδρια τά τε ἄλλα καὶ τὸ μέγιστον ὁ δῆμος πάντες ἰδιῶται πρὸς τὰς ἐν τούτῳ τῷ τόπῳ δίκας εἰσὶν εἴκοντες. καὶ μεταβολὴ τοῦ χωρίου τούτου μόνου ἤδη σχεδὸν οὐχ ἥψατο, οἷα δὴ τὰ ἀνθρώπινα, ἀλλʼ ὥσπερ ἀγωνιστήριον τοῖς θεοῖς ἀνεῖται καὶ οἷς ἐξ ἐκείνου καθήκει καὶ πάντες παράδειγμα δικαιοσύνης νομίζοντες οὕτω τιμῶσιν αἰδοῖ τῶν θεῶν. ἑτέρα δὲ γίγνεται κρίσις ὕστερον μικτὴ τοῖς ἀγωνισταῖς, θεία δὲ καὶ αὕτη τοῖς δικασταῖς, ἣν ἀγωνίζεται τῶν Πελοπιδῶν ἀνὴρ δυστυχῶν πρὸς τὰς νῦν προσοίκους τῷ τόπῳ θεὰς σεμνὰς, καταφυγὼν καὶ δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν, ὡς ἐνταῦθα εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν, καὶ τυχὼν τῆς θεοῦ τῶν μανιῶν ἀπαλλάττεται.