106
κράτιστον δʼ ἴσως περὶ τῶν θείων πρῶτον διεξελθεῖν, εἶθʼ οὕτως καὶ περὶ τῆς ἄλλης ἐκείνων ἀρετῆς διαλέγεσθαι· ἔτι δʼ ὧν καθʼ αὑτούς τε καὶ ἐν κοινωνίαις εἰργάσαντο οἱ καθʼ ἑκάστους ἀεὶ τοὺς χρόνους. μικρὸν δὲ ἀναλήψομαι· οὐ γὰρ μόνον οἷς εἶπον ἐτίμησαν οἱ θεοὶ τὴν γῆν ὑμῖν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις μεγάλοις, μεγίστῳ δὲ, ὃ καὶ μόνον εἰπεῖν ἴσως ἐξήρκει· περὶ γὰρ μόνης ταύτης τῶν ὑφʼ ἡλίῳ πόλεων ἤρισαν καὶ καταλαμβάνουσι τὴν ἀκρόπολιν ὥσπερ ἐπὶ μοναρχίᾳ σχεδὸν ὡς εἰπεῖν οἱ πρῶτοι τῶν θεῶν. ταύτης δὲ τῆς τιμῆς οὐχ ἥττω τὴν δευτέραν ἐπεδείξαντο, ἐπιτρέψαντες δικασταῖς καὶ κριταῖς αὐτοῖς τοῖς τότε τὴν χώραν ἔχουσι, νομίσαντες χάριεν καὶ κοῦφον ἐπʼ ἀμφότερα ἐν τοῖς παιδικοῖς κριθῆναι. φανέντων δὲ τῶν συμβόλων ἑκατέρωθεν, τοῦ τε ῥοθίου καὶ τοῦ θαλλοῦ, νικᾷ μὲν Ἀθηνᾶ καὶ καταδείκνυσι τὸν θαλλὸν νικῆς εἶναι σύμβολον, Ποσειδῶν δὲ ὑπεχώρησε μὲν, οὐ μὴν κατέλυσε τὸν ἔρωτα. τῆς δὲ παρʼ ἀμφοτέρων σπουδῆς τε καὶ τιμῆς οὐκ ἐλάττω σημεῖα τὰ δεύτερα· ἡ μὲν γὰρ σοφίᾳ νικᾶν ἔδωκε τῇ πόλει, ὁ δὲ ταῖς ναυμαχίαις οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικᾶν, ἀλλὰ καὶ τοὺς τῶν αὐτῶν μετασχόντας, οἶμαι δὲ καὶ οἷς ὅλως ἀγῶνες καὶ νῖκαι ναυτικαὶ γεγόνασιν. ἀλλʼ ὁ μὲν περὶ τούτων ἐκδέχεται λόγος