192
τῷ δʼ οὔπω τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνήρ· ἐν δέ γε τοῖς ἄνω μικρὸν τούτων διηγεῖται περὶ τοῦ Ἐρεχθέως ὡς θρέψειε μὲν αὐτὸν ἡ θεὸς, τέκοι δʼ ἡ γῆ. οὐκοῦν ἴσως οὐδὲν ἀπεικὸς τοὺς μὲν ἄλλους, οὓς ἐφʼ ἑκάστων κρατίστους ὡρίσατο μετὰ προσθήκης, ἢ τῶν χρόνων, ἢ τῶν γενῶν, αὐτοὺς ἀναγορεύειν· ὃν δὲ τῶν ἀπʼ αὐτῆς τῆς γῆς φύντων ὡς ἄριστον ἐπαινεῖ, τοῦτον ὡς διὰ πάντων τῶν ἐν τῇ γῇ φύντων ἄριστον ἐπαινέσαι. δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν, Σαλαμίνιον δή που λέγει τὸν ἕτερον τῶν ἐπωνύμων. ἕν τι δή που καὶ τοῦτο λέγεται σεμνὸν κατὰ τὴν Λακεδαιμονίων πολιτείαν, ὅτι αὐτοῖς ὁ θεὸς συνέταξε τὸ κατʼ ἀρχὰς τοὺς νόμους· ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διελὼν τῇ πόλει καὶ τὰ γένη καὶ τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀναθεὶς, ὥσπερ οὖν καὶ βασιλέας καὶ ἄρχοντας καὶ τὴν ἄλλην πολιτείαν σχεδὸν ἅπασαν διορίσας αὐτοῖς. ὥστʼ οὐχ ἧττον ἂν εἴη τῆς πόλεως ὁ θεὸς νομοθέτης ἢ ʼκείνων.